1.

[3.222] αἶγας Ἀρτέμιδι θύειν εὐσεβές, ἀλλ' οὐκ Ἀσκληπιῷ. καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνόσιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.
Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρῃσκείᾳ περὶ τοὺς θεούς.