1.

[3.223] Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθάνοι ἢ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περιστερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς θέμις ἐσθίειν, ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ ἄλλο τι.