[63] Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν Περὶ Διονύσιον (FGrH 559 F 1) ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος˙ ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατ' αὐτοῦ συνέγραψε λόγον, περὶ συκοφαντίας ἐπιγράψας˙ ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δ' αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς. [63] Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν Περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος˙ ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατ' αὐτοῦ γέγραψε λόγον, [περὶ] συκοφαντίας ἐπιγράψας˙ ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δ' αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς. [63] Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν Περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν κωμῳδοποιόν. [13510] Φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. Ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος, ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ δι'ὧν μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. Καὶ Λυσίας δὲ κατ' αὐτοῦ συγγέγραψε λόγον, Περὶ συκοφαντίας[13515] ἐπιγράψας˙ ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. Γνώριμος δ' αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς.