1.

[3.225] κυνείων τε γεύσασθαι δοκοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ' Ἕλλησι τοῦτο ἦν σύνηθες˙ διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὡς ἔφην (Cfr. § 207), ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ' ἡμῖν εἶναι νενόμισται.