1.

[3.226] καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρῃσκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.
Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κατοιχομένους ὁσιότητος (Cfr. DL IX 84) . οἱ μὲν γὰρ ὁλοκλήρως περιστείλαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς˙ Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν.