1.

[3.227] Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τὰς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους˙ Ὑρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κεφαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἶθ' ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι.