1.

[3.231] ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται ˙ ( 425 Bergk)
‘ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,
μηδ' ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
φύντα δ' ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. ’
καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ. (Cfr. I 31 sqq.)