1.

[3.232] ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι.