1.

[3.233] Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ' ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν.