1.

[3.234] ὡς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τὰς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφὰς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἷς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαβεβαιοῦσθαι προσήκει μὴ εἶναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν. (Cfr. II 40)