1.

[3.236] ὡς μὲν γὰρ ἄνθρωπος αἰσθητικὸς πάσχει, μὴ προσδοξάζων δέ, ὅτι τοῦτο ὃ πάσχει κακόν ἐστι φύσει, μετριοπαθεῖ. τὸ γὰρ προσδοξάζειν τι τοιοῦτο χεῖρόν ἐστι καὶ αὐτοῦ τοῦ πάσχειν, ὡς ἐνίοτε τοὺς μὲν τεμνομένους ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν.