1.

[3.239] (§ 239 Cfr. adv. dogm. V 173-177)κε´ εἰ ἔστι τέχνη περὶ βίον.
Δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι οὐδὲ τέχνη τις ἂν εἴη περὶ τὸν βίον. εἰ γὰρ ἔστι τοιαύτη τέχνη, περὶ τὴν θεωρίαν τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν ἀδιαφόρων ἔχει˙ διὸ τούτων ἀνυπάρκτων ὄντων ἀνύπαρκτός ἐστι καὶ ἡ περὶ τὸν βίον τέχνη. καὶ ἄλλως, ἐπεὶ μὴ ὁμοφώνως μίαν ἀπολείπουσι πάντες οἱ δογματικοί τέχνην περὶ βίον, ἀλλ' ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ τἀγαθοῦ λελεγμένοις ἡμῖν (Cfr. §§ 169 sqq.)(Cfr. § 180)(Cfr. § 238).