1.

[3.240] (§ 240-242 Cfr. adv. dogm. V 180-183) εἰ μέντοι καὶ μίαν εἶναι πάντες λέγοιεν καθ' ὑπόθεσιν τὴν περὶ τὸν βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειροπολεῖται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ (Cfr. adv. dogm. III 133)οὐχ ἕξουσι τὴν περὶ τὸν βίον τέχνην.