1.

[3.241] ὅλως τε, ἐπεὶ μὴ δύναται κατ' αὐτοὺς ὑποστῆναι τέχνη (Cfr. 188 sqq.)(Cfr. II 53 sqq.), οὐδὲ περὶ τὸν βίον ἔσται τέχνη τις ὅσον ἐφ' οἷς λέγουσιν. οἷον γοῦν τέχνην εἶναί φασι (Stoic. fr. I 73 A.)(Cfr. II 4)(Cfr. II 53)σύστημα ἐκ καταλήψεων, κατάληψιν δὲ καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν. ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία˙ οὔτε γὰρ πᾶσα φαντασία καταληπτική ἐστιν, οὔτε ποία τίς ἐστιν ἀπὸ τῶν φαντασιῶν ἡ καταληπτικὴ φαντασία ἐπιγνωσθῆναι δύναται, ἐπεὶ μήτε πάσῃ φαντασίᾳ δυνάμεθα κρίνειν ἁπλῶς, τίς μέν ἐστι καταληπτική, τίς δὲ οὐ τοιαύτη, χρῄζοντές τε καταληπτικῆς φαντασίας εἰς τὴν ἐπίγνωσιν τοῦ ποία τίς ἐστιν ἡ καταληπτικὴ φαντασία εἰς ἄπειρον ἐκβαλλόμεθα, εἰς ἐπίγνωσιν τῆς λαμβανομένης ὡς καταληπτικῆς φαντασίας καταληπτικὴν φαντασίαν ἄλλην αἰτούμενοι.