1.

[3.242] ταῦτά τοι καὶ οἱ Στωικοὶ (Stoic. fr. II 97 A.) ἐν τῇ τῆς καταληπτικῆς φαντασίας ἐννοίας ἀποδόσει οὐχ ὑγιῶς φέρονται˙ καταληπτικὴν μὲν γὰρ φαντασίαν λέγοντες τὴν ἀπὸ ὑπάρχοντος γινομένην, ὑπάρχον δὲ εἶναι λέγοντες ὃ οἷόν τε κινεῖν καταληπτικὴν φαντασίαν, εἰς τὸν διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἵνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἵνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προϋφεστάναι, ἵνα δὲ ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία(Cfr. adv. dogm. II 88 sqq.), ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη.