1.

[3.243] (§§ 243-244 Cfr. adv. dogm. V 188-189) (§§ 243-244 Cfr. adv. dogm. V 197-199) (§§ 243-244 Cfr. adv. dogm. V 207-209) Ἔτι κἀκεῖνο λέγεται. πᾶσα τέχνη ἐκ τῶν ἰδίως ὑπ' αὐτῆς ἀποδιδομένων ἔργων καταλαμβάνεσθαι δοκεῖ, οὐδὲν δέ ἐστιν ἴδιον ἔργον τῆς περὶ τὸν βίον τέχνης˙ ὃ γὰρ ἂν ἔργον εἶναι ταύτης λέγῃ τις, τοῦτο κοινὸν εὑρίσκεται καὶ τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδιδόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης διαθέσεως φαίνεσθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμενον (ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως ἔργον ἐστίν.