1.

[3.244] αὐτὴ γὰρ ἡ φρονίμη διάθεσις ἀκατάληπτός ἐστι, μήτε ἐξ αὑτῆς ἁπλῶς καὶ αὐτόθεν φαινομένη μήτε ἐκ τῶν ἔργων αὐτῆς˙ κοινὰ γάρ ἐστι ταῦτα καὶ τῶν ἰδιωτῶν. τό τε λέγειν, ὅτι τῷ διομαλισμῷ τῶν πράξεων καταλαμβάνομεν τὸν ἔχοντα τὴν περὶ τὸν βίον τέχνην, ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων (σ 136 sq.)˙
‘τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. ’