1.

[3.245] (§§ 245-249 Cfr. adv. dogm. V 190-196) Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων 〈τῶν〉 ἔργων καταλαμβάνεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις˙ ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν
Ζήνων ἐν ταῖς διατριβαῖς
(Frgm. Stoic. I 250 A.)φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ῾διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα˙ οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν᾽.