1.

[3.247] καὶ ἀνθρωποφαγεῖν ἐν τοῖς αὐτοῖς συντάγμασιν ἡμῖν ἐπεισάγει˙ φησὶ γοῦν (I 254 A.)῾καὶ ἐὰν τῶν ζώντων ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον, μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος γένηται᾽.