1.

[3.250] κς´ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη.
Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ' εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς˙ οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποι, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, ὡς πάντας εἶναι φρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς.