1.

[3.252] κζ´ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη.
Ἀλλ' οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἵνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν˙ οὐδὲ ἡ διδασκαλία ἄρα. (Cfr. adv. math. I 10-19)