1.

[3.254] (§ 254 Cfr. adv. dogm. V 227-228) τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ' εἰ μὲν φαινόμενόν ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον˙ τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατάληπτά ἐστιν, ὡς πολλάκις ὑπεμνήσαμεν, οὐκ ἔσται διδακτόν˙ ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται.