HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,256
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,256.rdf
1.
[3.256] (§ 256-258 Cfr.
adv. dogm. V 219-223) οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται˙ εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἶναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει˙
ἀληθὲς γὰρ εἶναί φασιν (Cfr. II 80 sqq.)
ὃ ὑπάρχει 〈τε〉 καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν˙ οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.