1.

[3.256] (§ 256-258 Cfr. adv. dogm. V 219-223) οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται˙ εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἶναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει˙ ἀληθὲς γὰρ εἶναί φασιν (Cfr. II 80 sqq.) ὃ ὑπάρχει 〈τε〉 καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν˙ οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.