1.

[3.257] ἀλλ' οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι διδάσκεται ἢ κατ' ἄλλο τι. ἀλλ' εἰ μέν, καθό ὄν ἐστι 〈διδάσκεται, οὐδὲ ἀ〉διδακτόν τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ διδακτόν˙ τὰς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ ὄν ἐστι διδακτόν ἐστιν.