1.

[3.258] καὶ μὴν οὐδὲ κατ' ἄλλο τι. τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ' ἄλλο τι διδαχθήσεται˙ ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπίπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον.