1.

[3.259] (§§ 259-265 Cfr. adv. dogm. V 234-238)κθ´ εἰ ἔστιν ὁ διδάσκων καὶ ὁ μανθάνων.
Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ ὁ μανθάνων, οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. ἤτοι γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει˙ οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθήσεως. ἀλλ' οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην˙ γελοῖον γάρ.