1.

[3.260] λείπεται λέγειν ὅτι ὁ τεχνίτης τὸν ἄτεχνον˙ ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων ἐστίν. ὅλως γὰρ ὑποστῆναι τεχνίτην ἀδύνατον εἶναι λέγεται, ἐπεὶ μήτε αὐτοφυῶς τις καὶ ἅμα τῷ γενέσθαι τεχνίτης ὑφιστάμενος βλέπεται μήτε ἐξ ἀτέχνου γίνεταί τις τεχνίτης. ἤτοι γὰρ ἓν θεώρημα(Cfr.§§ 261-263) καὶ μία κατάληψις δύναται ποιῆσαι τὸν ἄτεχνον τεχνίτην ἢ οὐδαμῶς.