1.

[3.261] ἀλλ' εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνίτην ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη(Cfr.§ 251)˙ ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ ἓν θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὡς ὁ τινὰ θεωρήματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ἓν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρωτικὸν λέξει (Cfr.§ 79).