1.

[3.262] ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δεῖξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἕν τι θεώρημα προσλάβῃ˙ οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαριθμησάμενος τὰ ἐγνωσμένα θεωρήματα, πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ τὸν ἄτεχνον τεχνίτην.