1.

[3.263] εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ' εἴπερ ἄρα, κατὰ ἓν ἕκαστον, ἵνα τις καὶ τοῦτο καθ' ὑπόθεσιν διδῷ, ὁ κατὰ ἓν θεώρημα τῆς τέχνης ἀναλαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο˙ ὑπεμιμνῄσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυπόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων.