1.

[3.264] ἀλλ' οὐδὲ ὁ μανθάνειν λεγόμενος, ἄτεχνος ὤν, δύναται τὰ τῆς τέχνης θεωρήματα, ἧς ἐστιν ἄτεχνος, μανθάνειν τε καὶ καταλαμβάνειν. ὡς γὰρ ὁ ἐκ γενετῆς πηρός, εἰς ὅσον ἐστὶ πηρός, οὐκ ἂν λάβοι χρωμάτων ἀντίληψιν, οὐδὲ ὁ ἐκ γενετῆς κωφὸς ὁμοίως φωνῆς (Cfr. adv. dogm. I 44), οὕτως οὐδὲ ὁ ἄτεχνος καταλάβοι ἂν τὰ τῆς τέχνης θεωρήματα ἧς ἐστιν ἄτεχνος. καὶ γὰρ ἂν οὕτως ὁ αὐτὸς εἴη τεχνίτης τε καὶ ἄτεχνος τῶν αὐτῶν, ἄτεχνος μὲν ἐπεὶ οὕτως ὑπόκειται, τεχνίτης δὲ ἐπεὶ κατάληψιν ἔχει τῶν τῆς τέχνης θεωρημάτων.