HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,266
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,266.rdf
1.
[3.266] (§§ 266-269 Cfr.
adv. dogm. V 239-243)
λ´ εἰ ἔστι τις μαθήσεως τρόπος. Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει. Οὐδὲν δὲ ἧττον καὶ 〈οὗτος〉 διὰ τούτων ἀπορεῖται. ὁ γὰρ τρόπος τῆς διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ˙ οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ (Cfr.I 138) (Cfr.I 178), καθάπερ παραστήσομεν˙ οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεώς ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον˙ τὸ δὲ φαινόμενον, ᾗ φαίνεται, πᾶσίν ἐστι ληπτόν˙ τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον˙ οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν.