1.

[3.266] (§§ 266-269 Cfr. adv. dogm. V 239-243)λ´ εἰ ἔστι τις μαθήσεως τρόπος.
Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει. Οὐδὲν δὲ ἧττον καὶ 〈οὗτος〉 διὰ τούτων ἀπορεῖται. ὁ γὰρ τρόπος τῆς διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ˙ οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ (Cfr.I 138) (Cfr.I 178), καθάπερ παραστήσομεν˙ οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεώς ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον˙ τὸ δὲ φαινόμενον, ᾗ φαίνεται, πᾶσίν ἐστι ληπτόν˙ τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον˙ οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν.