1.

[3.267] καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι. οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει (Cfr.I 214) μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἷον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.