1.

[3.268] θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ' ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀγνοουμένων μαθήσεως καὶ μὴ εἰδότες, καθ' ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν.