1.

[3.272] οὐχὶ δέ γε τούτων κατὰ αὐτοὺς ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν, ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἢ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὑπ' αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ' εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον.