1.

[3.273] (§§ 273-277 Cfr. adv. dogm. V 210-215) Εἰ μέντοι καὶ δοίη τις ἐκ πολλοῦ τοῦ περιόντος ἐγγίνεσθαί τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος.
λα´ εἰ ὠφελεῖ ἡ περὶ τὸν βίον τέχνη τὸν ἔχοντα αὐτήν.
Αὐτίκα γοῦν, ἵνα παραδείγματος ἕνεκεν ὀλίγα ἀπὸ πολλῶν εἴπωμεν, ὠφελεῖν ἂν δοκοίη τὸν σοφὸν ἡ περὶ τὸν βίον τέχνη ἐγκράτειαν (Cfr. adv. dogm. III 153) αὐτῷ παρεχομένη ἐν ταῖς πρὸς τὸ κακόν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ κακοῦ ἀφορμαῖς (Cfr. adv. dogm. V 211).