1.

[3.275] ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής˙ οὐ γὰρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν (οὐδ' ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἵνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής.