1.

[3.276] εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δὲ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσιν, ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος˙