1.

[3.277] εἰ μὲν γὰρ ὁρμᾷ, ταράσσεται, εἰ δὲ τυγχάνει τῶν ἐπιθυμιῶν, παύεται τῆς ταραχῆς. οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρονήσει ὁ σοφός˙ ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων ἐστὶ κακοδαιμονέστατος, διόπερ οὐκ ὠφέλειαν, ἀλλὰ ταραχὴν αὐτῷ μεγίστην ἡ περὶ τὸν βίον παρέσχε τέχνη. ὅτι δὲ ὁ νομίζων ἔχειν τὴν περὶ τὸν βίον τέχνην καὶ δι' αὐτῆς ἐπεγνωκέναι, τίνα τέ ἐστιν ἀγαθὰ ὡς πρὸς τὴν φύσιν καὶ τίνα φαῦλα, ταράσσεται σφόδρα καὶ τῶν ἀγαθῶν αὐτῷ παρόντων καὶ τῶν κακῶν, ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν (Cfr.§§ 236 sqq.)(Cfr.I 27).