1.

[3.278] λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν, εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ' ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν αὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυῶσθαι δοκοῖεν ἂν οἱ δογματικοί κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας.