1.

[3.281] καὶ τοῖς μὲν ἐμβριθέσι καὶ εὐτόνως ἀνασκευάζειν δυναμένοις τὸ τῆς οἰήσεως τῶν δογματικῶν πάθος ἐπὶ τῶν σφοδρᾷ τῇ προπετείᾳ κεκακωμένων χρῆται, τοῖς δὲ κουφοτέροις ἐπὶ τῶν ἐπιπόλαιον καὶ εὐίατον ἐχόντων τὸ τῆς οἰήσεως πάθος καὶ ὑπὸ κουφοτέρων πιθανοτήτων ἀνασκευάζεσθαι δυναμένων. διόπερ ὁτὲ μὲν ἐμβριθεῖς ταῖς πιθανότησιν, ὁτὲ δὲ καὶ ἀμαυροτέρους φαινομένους οὐκ ὀκνεῖ λόγους συνερωτᾶν ὁ ἀπὸ τῆς σκέψεως ὁρμώμενος, ἐπίτηδες, ὡς ἀρκοῦντας αὐτῷ πολλάκις πρὸς τὸ ἀνύειν τὸ προκείμενον.
Ὦ Πύρρων μέγα θαῦμα πεφάσμενον ὡς πλέον οὐδέν,
τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον.
εἰ μὲν ὑπερφιάλως κατ' ἐναντίον ἐλθέμεν ἔτλης,
συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας˙
εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς,
τὰ πρώτιστα φέρεις ὧν σοφίης κατέγνως.