[64] Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μὴ δεῖν ῥυπαρὸν εἰσιέναι. πρὸς τὸν εἰπόντα, "οὐδὲν εἰδὼς φιλοσοφεῖς," ἔφη, "εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι." πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, "τί οὖν," εἶπεν, "ἐμοῦ χρῄζει;" τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας˙ καὶ γὰρ ταύτην μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι. εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν˙ ἐρωτηθεὶς δὲ διὰ τί, "τοῦτο," ἔφη, "ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν." [64] Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μηδέν δεῖν ῥυπαρὸν εἰσιέναι. πρὸς τὸν εἰπόντα, "οὐδὲν εἰδὼς φιλοσοφεῖς," ἔφη, "εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι." πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, "τί οὖν," εἶπεν, "ἐμοῦ χρῄζει;" τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας˙ καὶ γὰρ ταύτην μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι. εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν˙ ἐρωτηθεὶς δὲ διὰ τί, "τοῦτο," ἔφη, "ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν." [64] Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, [41510] ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μηδένα δεῖν ῥυπαρὸν εἰσιέναι. Πρὸς τὸν εἰπόντα, "Οὐδὲν εἰδὼς φιλοσοφεῖς," ἔφη˙ "Εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι." Πρὸς τὸν συνιστάντα 〈αὐτῷ〉 τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, [41515] "Τί οὖν," εἶπεν, "ἐμοῦ χρῄζει;" Τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δὲ ἔλεγε μηδὲν διαφέρειν κιθάρας˙ καὶ γὰρ ταύτην μήτε ἀκούειν μήτε αἰσθάνεσθαι. Εἰς [4161] θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν˙ ἐρωτηθεὶς δὲ διὰ τί, "Τοῦτ'," ἔφη, "ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν."