[64] Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος (Fowler 49) ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου˙ διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας.
Γεγόνασι δ' Αἰσχίναι ὀκτώ˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος δ' ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς˙ τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην˙ τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους˙ πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν˙ ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά˙ ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς˙ ὄγδοος ἀνδριαντοποιός.

[64] Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου˙ διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας.
Γεγόνασι δ' Αἰσχίναι ὀκτώ˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος δ' ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς˙ τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην˙ τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους˙ πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν˙ ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά˙ ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς˙ ὄγδοος ἀνδριαντοποιός.
[64] [1361] Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου, 〈 Ἀριστίππου〉˙ διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ [1365] πάντας.
Γεγόνασι δ' Αἰσχίναι ὀκτώ˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος δὲ ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς˙ τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην˙ τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους˙ πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα
[13610] ἐκάλουν˙ ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά˙ ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς˙ ὄγδοος ἀνδριαντοποιός.