[65] Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς (FGrH 244 F 51) ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δ' αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν˙ αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ καὶ Ἀρχεβουλείῳ (App. Anth. V. 39)˙

τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;
ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει
τὸ θανεῖν˙ ὅτε καὶ φθισικήν ποτ' ἔχων κακίστην
νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν˙ ἀλλ' ἀκούσας
ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,

[65] Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δ' αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν˙ αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ [καὶ Ἀρχεβουλείῳ]˙

τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;
ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει
τὸ θανεῖν˙ ὅτε καὶ φθισικήν ποτ' ἔχων κακίστην
νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν˙ ἀλλ' ἀκούσας
ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,

[65] [3015] Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. Φέρονται δ' αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. Τὰ δὲ λοιπὰ αὐτοῦ οἱ [30110] μαθηταὶ συνέγραψαν˙ αὐτὸς δὲ κατέλιπεν οὐδέν.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ καὶ Ἀρχεβουλείῳ˙

Τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;
ἀμαθὴς γὰρ ὃς οὔ τι κάτοιδεν ὅπως δεδοίκει
[30115] τὸ θανεῖν˙ ὅτε καὶ φθισικήν ποτ' ἔχων κακίστην
νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν˙ Ἀλλ' ἀκούσας
ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,