[65] Ἰδών ποτε νεανίσκον θηλυνόμενον, "οὐκ αἰσχύνῃ," ἔφη, "χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι." ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον, "οὐκ αἰσχύνῃ," ἔφη, "τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων;" πρὸς τὸν εἰπόντα, "ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν," "τί οὖν," ἔφη, "ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι;" πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, "οὐκ αἰσχύνῃ," ἔφη, "καταφρονῶν τούτου δι' ὃν μέγα φρονεῖς;" ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, "οὐκ αἰσχύνῃ," ἔφη, "ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;" [65] Ἰδών ποτε νεανίσκον θηλυνόμενον, "οὐκ αἰσχύνῃ," ἔφη, "χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι." ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον, "οὐκ αἰσχύνῃ," ἔφη, "τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων;" πρὸς τὸν εἰπόντα, "ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν," "τί οὖν," ἔφη, "ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι;" πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, "οὐκ αἰσχύνῃ," ἔφη, "καταφρονῶν τούτου δι' ὃν μέγα φρονεῖς;" ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, "οὐκ αἰσχύνῃ," ἔφη, "ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;" [65] Ἰδών ποτε νεανίσκον θηλυνόμενον, "Οὐκ αἰσχύνῃ," ἔφη, "χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; Ἡ [4165] μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι." Ἰδών ἄφρονα ψαλτήριον ἁρμοζόμενον, "Οὐκ αἰσχύνῃ," ἔφη, "τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων;" Πρὸς τὸν εἰπόντα˙ " Ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν," "Τί οὖν," [41610] ἔφη, "ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι;" Πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, "Οὐκ αἰσχύνῃ," ἔφη, "καταφρονῶν τούτου δι' ὃν μέγα φρονεῖς;" Ἰδών εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, "Οὐκ αἰσχύνῃ," ἔφη, "ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;"