[65] Πάλιν δ' Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν δ' Ἐμπεδοκλῆς ἐκώλυσε, τά τ' ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας˙ "τί δ' ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο; (DK 31 B 157)

ἄκρον ἰατρὸν Ἄκρων' Ἀκραγαντῖνον πατρὸς Ἄκρου
κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης."

τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται,

ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.

τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.

[65] Πάλιν δ' Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν Ἐμπεδοκλῆς ἐκώλυσε, τά τ' ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας˙ "τί δ' ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο;

ἄκρον ἰατρὸν Ἄκρων' Ἀκραγαντῖνον πατρὸς Ἄκρου
κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης."

τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται,

ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.

τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.

[65] Πάλιν δὲ Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ [61410] τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν Ἐμπεδοκλῆς ἐκώλυσε, τά τε ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας˙ "Τί δὲ ἐπιγράψομεν ἐλεγεῖον ἢ τοῦτο˙

Ἄκρον ἰατρὸν Ἄκρων' Ἀκραγαντῖνον πατρὸς Ἄκρου
[61415] κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης."

Τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται,

ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.

Τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.