ΑΡΙΣΤΙΠΠΟΣ

[65] Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δ' Ἀθήναζε, καθά φησιν Αἰσχίνης (Dittmar 49), κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι Φαινίας περιπατητικὸς ὁ Ἐρέσιος (FHG II. 299), πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἔλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν˙ ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τ' εἶχε πρὸς αὐτὸν δυσμενῶς˙ διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατ' Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς (Phd. 59c), ὡς ἐν ἄλλοις εἰρήκαμεν.

Κεφ. η'. ΑΡΙΣΤΙΠΠΟΣ

[65] Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δ' Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι Φανίας περιπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν˙ ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τ' εἶχε πρὸς αὐτὸν δυσμενῶς˙ διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατ' Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν.

ΑΡΙΣΤΙΠΠΟΣ

[65] [13615] Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δ' Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. Οὗτος σοφιστεύσας, ὥς φησι ΦανίαςΠεριπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο [1371] καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. Καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἔλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν˙ ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τε εἶχε πρὸς αὐτὸν δυσμενῶς˙ διὸ καὶ [1375] τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατ' Ἀριστίππου περιτέθεικεν. Οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς , ὡς ἐν ἄλλοις εἰρήσεται.