[66] "δότε τοίνυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν." "τί μέντοι;
τί;" "δότ' οἰνόμελι." σφόδρα τ' εἶχε πρόχειρα ταυτί˙
"φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή."
ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ
τὰ πλέω κακὰ κέρδε' ἔχοντα μολεῖν ἐς ᾅδην.

Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν˙ κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι˙ εἰσκομίσαντος δὲ καὶ εἰπόντος, "κεκόμικα," "οὐκοῦν," εἰπεῖν, "σὺ ἀναγίνωσκε."
Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος˙ περὶ οὗ καὶ λεκτέον.
Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.

[66] "δότε τοίνυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν." "τί μέντοι;
τί;" "δότ' οἰνόμελι." σφόδρα τ' εἶχε πρόχειρα ταυτί˙
"φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή."
ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ
τὰ πλέω κακὰ κέρδε' ἔχοντα μολεῖν ἐς ᾅδου.

Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν˙ κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι˙ εἰσκομίσαντος δὲ καὶ εἰπόντος, "κεκόμικα," "οὐκοῦν," εἰπεῖν, "σὺ ἀναγίνωσκε."
Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος˙ περὶ οὗ καὶ λεκτέον.
Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.

[66] "Δότε τοίνυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν." "Τί μέντοι;
τί;" "Δότ' οἰνόμελι." Σφόδρα τ' εἶχε πρόχειρα ταυτί˙
[3021] "Φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή."
[Καὶ] ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δ'〈οἱ〉
τὰ πλέω κακὰ κέρδε' ἔχοντι μολεῖν ἐς ᾅδην.

Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν˙ [3025] κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι˙ εἰσκομίσαντος δὲ καὶ εἰπόντος, "Κεκόμικα," "Οὐκοῦν," εἰπεῖν, "σὺ ἀναγίνωσκε." Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος˙ περὶ οὗ καὶ λεκτέον.
Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς
[30210] ψυχρός.